Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.227 Joseph. AJ 7.231 (English) >>Joseph. AJ 7.235

7.229ἄμεινον οὖν ἔφησεν εἶναι τοῦ ζῆν αὑτὸν ἐξαγαγεῖν ἐλευθέρως καὶ μεγαλοφρόνως παρασχεῖν αὑτὸν εἰς κόλασιν Δαυίδῃ, καθʼ οὗ πάντα συνέπραττεν Ἀψαλώμῳ. ταῦτα διαλεχθεὶς καὶ παρελθὼν εἰς τὸ μυχαίτατον τῆς οἰκίας ἀνήρτησεν ἑαυτόν. καὶ τὸν μὲν Ἀχιτόφελον τοιούτου θανάτου δικαστὴν αὑτῷ γενόμενον καθελόντες ἐκ τῆς ἀγχόνης ἐκήδευσαν οἱ προσήκοντες. 7.230 δὲ Δαυίδης διαβὰς τὸν Ἰόρδανον, καθὼς προειρήκαμεν, εἰς Παρεμβολὰς καλλίστην καὶ ὀχυρωτάτην πόλιν παραγίνεται· δέχονται δὲ αὐτὸν ἀσμενέστατα πάντες οἱ πρῶτοι τῆς χώρας κατά τε αἰδῶ τῆς τότε φυγῆς καὶ κατὰ τιμὴν τῆς προτέρας εὐπραγίας. ἦσαν δὲ οὗτοι Βερζελαῖος Γαλαδίτης καὶ Σειφὰρ τῆς Ἀμμανίτιδος δυνάστῃς καὶ Μάχειρος τῆς Γαλαδίτιδος χώρας πρῶτος. 7.231οὗτοι πᾶσαν αὐτῷ καὶ τοῖς ἐκείνου τῶν ἐπιτηδείων ἐκτένειαν παρέσχον, ὡς μήτε κλίνας ἐπιλιπεῖν ἐστρωμένας μήτε ἄρτους καὶ οἶνον, ἀλλὰ καὶ θυμάτων ἀφθονίαν χορηγῆσαι καὶ τῶν εἰς ἀνάπαυσιν ἤδη κεκοπωμένοις καὶ τροφὴν χρησίμων εὐπορίαν διαρκῆ παρασχεῖν. 7.232

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· Ἀψάλωμος δʼ ἀθροίσας μεγάλην στρατιὰν τῶν Ἑβραίων ἐπὶ τὸν πατέρα καὶ διαβὰς τὸν Ἰόρδανον ποταμὸν οὐ πόρρω κατέζευξε τῶν Παρεμβολῶν ἐν τῇ Γαλαδιτῶν χώρᾳ, καταστήσας στρατηγὸν πάσης τῆς δυνάμεως Ἀμασᾶν εἰς τὴν Ἰωάβου τάξιν τοῦ συγγενοῦς αὐτοῦ· πατρὸς μὲν γὰρ ἦν Ἰεθράου μητρὸς δὲ Ἀβιγαίας, αὕτη δὲ καὶ Σουρία Ἰωάβου μήτηρ ἀδελφαὶ ἦσαν Δαυίδου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.227 Joseph. AJ 7.231 (English) >>Joseph. AJ 7.235

Powered by PhiloLogic